ΕΥΧΗ ΔΙΑ ΤΟΝ ΚΟΡΩΝΑΪΟΝ

                             ΕΥΧΗ ΔΙΑ ΤΟΝ ΚΟΡΩΝΑΪΟΝ
16αντοκράτορ Κύριε, μακρόθυμε καὶ πολυέλεε, φιλάνθρωπε καὶ πολυεύσπλαχνε, ὁ  τὴν ἡμετέραν φύσιν εἰς τὸ εἶναι παραγαγὼν καὶ πεσοῦσαν αὐτὴν πάλιν ἐξαναστήσας  καὶ  τὸν μονογενῆ σου Υἱὸν ἐξαποστείλας Σωτῆρα καὶ  Λυτρωτὴν καὶ  εὐεργέτην, ἰατρεύοντα  τὰ πάθη τῶν ψυχῶν καὶ  τῶν σωμάτων ἡμῶν˙ ὁ μὴ καταφρονήσας τοὺς ἀνιάτως νοσήσαντας δέκα λεπρούς, ἀλλὰ τῇ σωστικῇ χάριτί σου καθαρίσας αὐτούς· ὁ διελθὼν ὡς Θεάνθρωπος τὰς ἡμέρας τῆς ἐπὶ γῆς παρουσίας σου, εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς ἐν ἀσθενείᾳ ὄντας καὶ κακῶς ἔχοντας· ὁ εὐεργετήσας καὶ ἀποκαταστήσας ὑγιαίνοντας, παραλυτικούς, τυφλούς, βαρέως  ἡμαρτηκότας, δαιμονιῶντας καὶ ἐμπαθεῖς κατ᾽ ἄμφω, ἤγουν ἐν τῇ σαρκὶ καὶ τῷ νοΐ.
    Αὐτὸς, Δέσποτα μακρόθυμε, ἐπίβλεψον ἐφ᾽ ἡμᾶς καὶ ἐπάκουσον τῆς δεήσεως ἡμῶν. Πρόσδεξαι εὐμενῶς τὴν δέησιν ἡμῶν καὶ φυγάδευσον τῇ δυνάμει σου, τὸν φονευτὴν ἰὸν τὸν σχῆμα κορώνας φέροντα, καὶ προκαλοῦντα φοβίας ἢ καὶ θάνατον εἰς ἀσθενεῖς καὶ ἀναξιοπαθοῦντας, καί διάσωσον τὸν λαὸν σου καὶ πᾶσαν τὴν οἰκουμένην, ἀπό τῆς ἐπελθούσης λοιμοφόρου ἀπειλῆς.
    Καὶ εἰ μὲν διὰ τὰς πολλὰς ἁμαρτίας ἡμῶν, ἐπέτρεψας τὸν πειρασμὸν τοῦτον, ἱκετεύομέν σοι ὡς ἐλεῆμον, ἵνα ἄρῃς αὐτὸν ἀφ’ ἡμῶν καὶ ἀπὸ πάσης τῆς οἰκουμένης, προσδεχόμενος πάντας ἡμᾶς ἐν μετανοίᾳ.
   Εἰ δὲ διὰ δοκιμασίαν τῆς πίστεως ᾠκονόμησας τὴν ἐπικράτησιν αὐτοῦ, παῦσον τὸν τάραχον τῶν ἀσθενῶν ἀπὸ τῆς ἐπιδημίας αὐτοῦ.

Πολλαὶ γὰρ θλίψεις καὶ ὠδῖναι εὗρον ἡμᾶς καὶ πικρίᾳ πολλῇ συνεχόμεθα, ἀλλὰ μὴ παραδῷς ἡμᾶς εἰς τέλος ὁ τῶν Πατέρων Θεός.
  Εἰ δὲ ὑπὸ τῆς κακουργίας τοῦ ἀντικειμένου ἢ καὶ ἀμελείας τῶν ἐπιπολαίων ἀνθρώπων οὗτος διεδόθη, θραῦσον τὴν ἰσχὺν αὐτοῦ ὡς Θεὸς παντοδύναμος.
  Δεῖξον ἐφ᾽ ἡμᾶς τὴν ἄβυσσον τῆς εὐσπλαγχνίας σου καὶ  εἰσάκουσον φωνῆς δεήσεως ἡμῶν, ἧς ἐκ βαθέων κράζομεν πρὸς σέ˙ τὴν νεότητα φύλαξον· τοὺς ἐν γήρατι  ὄντας περιφρούρησον· ἐνίσχυσον τῷ  βραχίονὶ σου τῷ ὑψηλῷ τοὺς ἐν τῇ  διακονίᾳ  τῆς  ὑγείας τῷ  λαῷ σου τεταγμένους˙ ἀνάστησον ἀπὸ κλίνης ὀδυνηρὰς καὶ στρωμνῆς κακώσεως τοὺς λοιμώξει περιπεσόντας, τὴν ὑγείαν αὐτοῖς  χαριζόμενος. Τὰς ψυχὰς δὲ τῶν ἐκ τοῦ  λοιμοῦ τὸ ζῆν ἐκμετρησάντων,ἐν σκηναῖς Ἁγίων ἀνάπαυσον˙ τοῖς δὲ οἰκεῖοις αὐτῶν παράκλησιν δωρούμενος.
   Πάντας ἀπάλλαξον ἐκ τῆς συνοχῆς τῆς καρδίας. Πάταξον τῆς λοιμικῆς  ἀσθενείας τὴν δύναμιν καὶ ταπείνωσον τὸ φρύαγμα αὐτῆς. Τὴν ὀδύνην καὶ τὴν  κατήφειαν αὐτῆς, εἰς  χαρὰν καὶ  γαλήνην μεταποίησον, τῶν ἀνθρώπων τῷ  γένει.
  Σὺ γὰρ ὁ ἰατρὸς  τῶν ψυχῶν καὶ  τῶν σωμάτων ἡμῶν καὶ  σοὶ  τὴν δόξαν ἀναπέμπομεν, τῷ  Πατρὶ  καὶ  τῷ  Υἱῷ  καὶ  τῷ  Ἁγίῳ  Πνεύματι, νῦν καὶ ἀεὶ  καὶ εἰς  τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Εκτύπωση   Email