ΕΥΧΗ ΥΠΟΨΗΦΙΩΝ ΓΙΑ ΠΑΝΕΛΛΗΝΙΕΣ

10ύριε, ὁ Θεός, ἡμῶν ὁ φῶς οἰκῶν ἀπρόσιτον· ἡ πηγὴ τῆς σοφίας καὶ τῆς γνώσεως· τὸ φῶς τὸ ἀληθινόν, τὸ φωτίζον καὶ ἁγιάζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· ὁ τὸ πανάγιον σου Πνεῦμα καταπέμψας τοῖς θεῖοις καὶ ἱεροῖς Ἀποστόλοις καί τὸν ἄνωθεν φωτισμὸν παρέσχες αὐτοῖς.  

Ἔλλαμψον, φιλάνθρωπε Δέσποτα, ἐν τῇ καρδίᾳ τοῦ δούλου σου ...... τὸ τῆς σῆς θεογνωσίας ἀκήρατον φῶς· γενοῦ αὐτῷ, φῶς ἀνέσπερον· δὸς αὐτῷ πνεῦμα σοφίας, πνεῦμα συνέσεως, σωφρινισμὸν νοός, εἰς τὸ ἁγιάσαι αὐτῷ καὶ πρὸς πᾶσαν γνῶσιν ὁδηγῆσαι· τοὺς δὲ τῆς διανοίας αὐτοῦ διάνοιξον ὀφθαλμοὺς εἰς τὴν τῶν μαθημάτων κατανόησιν καὶ ἐμπέδωσιν .

Χάρισαι δὲ αὐτῷ, πρὸς εὐόδωσιν καὶ ἐκπλήρωσιν τοῦ κόπου καὶ τῶν προσπαθειῶν αὐτοῦ, πλήρην ἐπιτυχίαν κατὰ τὰς εἰσαγωγικὰς ἐξετάσεις τῶν Ἀνωτάτων καὶ Ἀνωτέρων ἐκπαιδευτικῶν ἱδρυμάτων τῆς χώρας ἡμῶν καὶ ἐπίλυσιν τοῦ ἐπαγγελματικοῦ αὐτοῦ προσανατολισμοῦ, δωρούμενος ἅμα καὶ πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα.

Σὺ γὰρ εἰ ὁ φωτισμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν.

Εκτύπωση